Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.44 Dem. 43.48 (English) >>Dem. 43.50

43.46Ἄλλη

μαρτυρεῖ τὸν πατέρα τῆς ἑαυτοῦ μητρὸς Καλλίστρατον ἀδελφὸν εἶναι Εὐκτήμονι τῷ βασιλεύσαντι καὶ Φιλάγρῳ τῷ πατρὶ τῷ Εὐβουλίδου, ἀνεψιοὺς δʼ εἶναι τούτους Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου καὶ Χαριδήμῳ τῷ πατρὶ τῷ Θεοπόμπου, καὶ ἀκούειν τῆς μητρὸς τῆς ἑαυτοῦ, ὅτι ἀδελφὸς οὐ γένοιτο Πολέμωνι τῷ πατρὶ <τῷ> Ἁγνίου, ἀδελφὴ δὲ γένοιτο ὁμοπατρία καὶ ὁμομητρία Φυλομάχη, καὶ ταύτην λάβοι τὴν Φυλομάχην Φίλαγρος, καὶ γένοιτο ἐξ αὐτῶν Εὐβουλίδης πατὴρ Φυλομάχης τῆς Σωσιθέου γυναικός.

43.47ἀναγνῶναι μὲν τὰς μαρτυρίας ταύτας ἐξ ἀνάγκης ἦν, ἄνδρες δικασταί, ἵνα μὴ τὸ αὐτὸ πάθοιμεν ὅπερ τὸ πρότερον, ἀπαράσκευοι ληφθέντες ὑπὸ τούτων. πολὺ δὲ σαφέστερον ἔτι αὐτὸς ἑαυτοῦ Μακάρτατος οὑτοσὶ καταμαρτυρήσει, ὅτι οὔτε Θεοπόμπῳ τῷ πατρὶ τῷ αὑτοῦ οὔτε αὐτῷ τούτῳ προσήκει οὐδενὸς κληρονομεῖν τῶν Ἁγνίου, γένει ἀπωτέρω ὄντος τοῦ Θεοπόμπου καὶ οὐδʼ ἐκ τοῦ αὐτοῦ οἴκου τὸ παράπαν. 43.48εἰ γάρ τις ἀνακρίνοι, ἄνδρες δικασταί, οὑτοσὶ τίς ἐστιν ἀμφισβητῶν τῷ παιδὶ τούτῳ τοῦ κλήρου τοῦ Ἁγνίου; εὖ οἶδʼ ὅτι ἀποκρίναιτʼ ἄν, Μακάρτατος. τίνος ὢν πατρός; Θεοπόμπου. μητρὸς δὲ τίνος; Ἀπολήξιδος θυγατρὸς Προσπαλτίου, ἀδελφῆς δὲ Μακαρτάτου Προσπαλτίου. δὲ Θεόπομπος τίνος ἦν πατρός; Χαριδήμου. δὲ Χαρίδημος τίνος; Στρατίου. δὲ Στρατίος τίνος; Βουσέλου. οὑτοσί, ἄνδρες δικασταί, ἐστιν Στρατίου οἶκος, ἑνὸς τῶν Βουσέλου υἱέων, καὶ ἔκγονοι οὗτοί εἰσιν Στρατίου, οὓς ὑμεῖς ἀκηκόατε· καὶ ἐνταῦθα οὐδαμοῦ ἐστιν οὐδὲν ὄνομα τῶν ἐκ τοῦ οἴκου τοῦ Ἁγνίου, ἀλλʼ οὐδὲ παραπλήσιον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.44 Dem. 43.48 (English) >>Dem. 43.50

Powered by PhiloLogic